Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.1 Dem. 58.3 (English) >>Dem. 58.6

58.1τοῦ πατρὸς ἡμῶν, ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχήσαντος πρὸς τὴν πόλιν καὶ ὀφλόντος δέκα τάλαντα, καὶ τούτου διπλοῦ γεγενημένου ὥστε μηδʼ ἐλπίδα ἡμῖν εἶναι σωτηρίας μηδεμίαν, ἡγησάμην δεῖν ἐπὶ τῷ τιμωρεῖσθαι μεθʼ ὑμῶν τοῦτον μήτε ἡλικίαν μήτε ἄλλο μηδὲν ὑπολογισάμενος δοῦναι τὴν ἔνδειξιν ταύτην. 58.2καὶ γὰρ πατήρ, ἄνδρες δικασταί, ᾧπερ πάντα πειθόμενος πεποίηκα, πρὸς ἅπαντας ὠδύρετο τοὺς γνωρίμους, εἰ παραλιπὼν ἐγὼ τὸν καιρὸν ἐν διὰ τὸ τὸν πατέρα ζῆν ἔξεστί μοι τοῦτον ἀμύνασθαι, τὴν ἀπειρίαν καὶ τὴν ἡλικίαν προφασιζόμενος αὐτὸν μὲν περιόψομαι πάντων ἀπεστερημένον, Θεοκρίνην δὲ παρὰ τοὺς νόμους γραφὰς γραφόμενον καὶ συκοφαντοῦντα πολλοὺς τῶν πολιτῶν, οὐκ ἐξὸν αὐτῷ. 58.3δέομαι οὖν ὑμῶν ἁπάντων, ἄνδρες Ἀθηναῖοι, καὶ ἱκετεύω μετʼ εὐνοίας ἀκοῦσαί μου, πρῶτον μὲν ὅτι τῷ πατρὶ βοηθῶν καὶ πειθόμενος ἀγωνίζομαι, ἔπειθʼ ὅτι καὶ νέος ὢν καὶ ἄπειρος, ὥστʼ ἀγαπητὸν εἶναί μοι, ἐὰν ὑπαρξάσης τῆς παρʼ ὑμῶν εὐνοίας δυνηθῶ δηλῶσαι τὰ πεπραγμένα τούτῳ· 58.4πρὸς δὲ τούτοις, ὅτι, ἄνδρες δικασταί, προδέδομαι (τὰ γὰρ ἀληθῆ πρὸς ὑμᾶς εἰρήσεται) ὑπʼ ἀνθρώπων, οἳ πιστευθέντες ὑφʼ ἡμῶν διὰ τὴν πρὸς τοῦτον ἔχθραν, καὶ πυθόμενοι τὰ πράγματα καὶ φήσαντες ἐμοὶ συναγωνιεῖσθαι, ἐγκαταλελοίπασι νυνί με καὶ διαλέλυνται πρὸς τοῦτον ἐν τοῖς ἐμοῖς πράγμασιν, ὥστε μοι μηδὲ τὸν συνεροῦντʼ εἶναι, ἐὰν μή τις ἄρα τῶν οἰκείων βοηθήσῃ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.1 Dem. 58.3 (English) >>Dem. 58.6

Powered by PhiloLogic